πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ’ οὐδ’ έν λογικοῖς ἅπασιν, εἰ μή ποτε * * ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἴους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας· οὓς τοῦ
θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.