κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ
τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πάσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες
μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν 209 ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων καὶ διδάσκαλον
βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησάμενον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.