θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης 208 δὲ πολυθέου πλάνης ἀποτροπὴν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις
μελλόντων βιώσεσθαι, δι’ ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας, καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι’
b οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Εβραίων τρόπον παραδοθήσεσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.