ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον 207 μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποι- ᾐτοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν μετ’ αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν, περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας
τῶν πάλαι θεοφιλῶν Ἑβραίων, ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος, εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησε, καὶ νομοθεσίας ἐνθέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς b ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν
εἰσαγωγεὺς, καὶ ἐπὶ πᾶσι τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀναπεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.