ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθὸν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν,
εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι, πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας, τοὺς θαυμαστοὺς αὐτῶν c χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας,
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.