φυγὰς κατασφάττειν τὰ ἑαυτῶν φίλτατα, ὡσπερεί d τινα ἄλλα θρέμματα, παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες·
ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ’ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά
τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.