κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ’ οὐ καὶ ταῖς ὁμοίαις ἐπ᾿ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον, καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα· τὸν δὲ τοῦ θεοῦ λόγον
τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ’ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.