καὶ τὴν ὁμοίωσιν φέρει, τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ εἶς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἶς δ’ ὁ κατ’ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ
ὀνομαζόμενος καὶ τιμώμενος) οὕτω δῆτα καὶ ὁ μονογενὴς 227 υἱὸς, εἰκὼν ὢν μόνος τοῦ θεοῖ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὑ φέρει ὁμοίωσιν εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου θεοῦ θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρὸς, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ’ οὐκ ἐπίκτητον
τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.