ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ’ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευο- 140 μένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθω- σιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀν- θρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολε- μίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν εἰς πρόσωπον
ἀωαφωνηθέντα τοῦ θεσπιζομένου, τὸ “κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.