τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ’ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων
πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς 138 1 c ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο· ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα, οὔτε οὖν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ’ ὃ δὴ καὶ διὰ
Ἠσαίου φησὶ ‟πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.