ἐπιφέρει δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται.” εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος ἐπάγει λέγων ‘‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ
213 με’ δι’ ὧν ὁμοῦ καὶ γεννητὸν ἑαυτὸν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγεννήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γεννητῶν ἁπάντων προβεβλημένον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.