εἰκὼν, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱὸς πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρή- σεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόν- τος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται, λόγον θεοῦ αὐτὸν καὶ φῶς, καὶ ζωὴν καὶ ἀλήθειαν καὶ d ἐπὶ πάσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν προσαγορεύειν μεμαθήκαμεν
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.