μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ
1 κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται c
δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ ῾ ἀτμίς ἐστι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.