ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἢν ὁ υἱὸς ἀγέννητος ἐν τῷ πατρὶ, μέρος ὢν αὐτοῦ, ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονε· τροπῇ yἀρ ἤδη τοῦτο οἰκεῖον. Καὶ δύο γ’ἄν οὕτως ἀγέννητα Εἶεν, τὸ προβεβληκὸς καὶ τὸ πρπβεβλημένον. Καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς b τῆς κατὰ τὴν προβολήν διαστάσεως;; οὔκουν ὡς Μέρος ἤ μέλος ἀγεννήτως ἡνωμένον ἀεὶ πρότερον,
ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἶόν τε ἐινοεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.