ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπι- δεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν 160 καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων
θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥᾳστώνῃ πλείονι διαπράττεσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.