περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς 1 d ἐπὶ γῆς πᾶσιν ὁ δηλωθεὶς θεομάχος εἰργάζετο. 12 συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκαθάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ’ ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλὰς, καὶ τὴν ‟ἒσομαι
ὅμοιος τῷ ὑψίστῳ ἄθεον ἐπιτείνων φωνὴν, ταῖς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίαις χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀν- θρώπων γοητείαις προϊσχόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.