στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν,
καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις, διά τε τὴν σφῶν ἀσθένειαν d τῆς ἐκ τοῦ δευτέρου βελτιώσεως τε καὶ ὠφελείας ἐνχρῄζουσι τὰς ἡλίου μαρμαρυγὰς θεᾶν ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς
ἀκράτου δυνάμεως οἴοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.