αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας μυρίους, ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος 154 λόγος· ἐπεὶ καὶ χρῆν ἔνα τὸν ἐπὶ πᾶσι καθ’ ὅλου
νόμον, καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφςρὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσώζοιτο, κατά τε τὴν ἀρετὴν, κατά τε τὴν δύναμιν, καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμὸν, πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γεννητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας,
b νειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι’ ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς 99 πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγεννήτου καὶ ἀχωρήτου θεότητος, ἀυτὴ γε γεννητὴ οὔσα μετέχειν ἀντωπεῖν τε
ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀιδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δή που εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων,
στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν,
καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις, διά τε τὴν σφῶν ἀσθένειαν d τῆς ἐκ τοῦ δευτέρου βελτιώσεως τε καὶ ὠφελείας ἐνχρῄζουσι τὰς ἡλίου μαρμαρυγὰς θεᾶν ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς
ἀκράτου δυνάμεως οἴοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν.
ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προβολῇ διαφθαρησομένων.
αὐγής ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος.
ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστἠσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γεννητόν ἀποπέσοι φύσις δι’ οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγεννήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα,
μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύ- b οὔσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων,
θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι’ αὐτοῦ μετείληχε, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογι- c κῆς φύσεως, δι’ ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει
γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεως τε καὶ συνεχείας, ᾗ καὶ κατ’ εἰκόνα αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται.
ὑφίστησι κατ’ ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, 1 ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει d αὐτὸν ῥοπῆς.
ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον, μήτ’ ἔτι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν.
ὡς ἂν μὴἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην 100 ἀλόγων εἶεν οἶ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητὰς, ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, 156 θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον
αὑτοῦ λόγον.
ἐπικαλουμενας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.