αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας μυρίους, ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος 154 λόγος· ἐπεὶ καὶ χρῆν ἔνα τὸν ἐπὶ πᾶσι καθ’ ὅλου
νόμον, καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφςρὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσώζοιτο, κατά τε τὴν ἀρετὴν, κατά τε τὴν δύναμιν, καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμὸν, πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γεννητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας,
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.