μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεως τε καὶ d φύσεως θειότερα ἢ κατ’ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβὼν, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὑτοῦ
διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀν·όματι κεχρημένον μεταβαλὼν, Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἑπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.