πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται· οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ
τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ τῇ καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμὰς ἐκ τῆς ὑπ’ αὐτὸν b αἰχμαλωσίας ῥυόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.