τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως
τοῦ μεγάλου. καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν d οἶκον κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ. καὶ ἔσται
ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.