1 καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν καὶ ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησε ‟ πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·
εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.