ἐπιβουλευόντων αὐτῶ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ
εἰκὸς τοὺς ἐκ περιτομῆς ἀποσφάλλεσθαι τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως c ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.