τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι’ ἡμὰς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεω τε ἡμῖν γενέσθαι δι’ αὐτὸν, ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.” ταῦτα δ’ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης
ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσαθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυριαν c οὖσαν καὶ κυριακὴν κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ 1 Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ’ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ’ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου
λέλεκται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.