ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρή. καὶ ἐν τῷ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” κατὰ 180 μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος, ἐφ’ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ
σύνηθες ἐφ’ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα ‘τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;’· κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἶ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.