ὑπὲρ ὧν ὁ Ψαλμὸς εἴρηται ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου, c μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ Ψαλμὸς
ἡμῖν προοιμιάζεται. εἰ δ’ οὖν ἐπαπορήσαις τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὑ ἐν τῷ Ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.” εἴποι δ’ οὖν ἄν τις αὐτὸν ἐκεῖνον
σημαίνεσθαι, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν d θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.