τὸν Ἀβραάμ. χωρὶς δὲ πάσης ἀντιλογίας (φησὶν ἀπόστολος) τὸ ἒλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται·) c ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδὲκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ 113
Δαβὶδ προφητευόμενος κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγεννήτου δυνάμεως σύνθρονος, τοῦ τε προφή- του καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς, ἀλλ’
αἰώνιος τοῦ πατρός.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.