διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος καὶ ἀσώματος, οἶος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθεὶς τῆς αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθεὶς, οὐδὲ ἀποπεσὼν τῆς θεότητος, ἀλλ’ οὐδὲ τὴν οἰκείαν ὢ 1 τοῦ λόγου παραπολέσας δύναμιν, οὐδ’ ὧδε μὲν ἔνθα c ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ’ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο,
τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος,
ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, d τὰ δ’ ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δὲ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.