καὶ ἰᾶτο ἀφθόνως δι’ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἶά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον θεραπεύων,
αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων 169 μὲν τὰ ἀληθῆ οὐ παρ’ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσι καὶ τοῖς
πρὸ Μώσεως Ἑβραίοις νενομοθετημένα·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.