εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα, τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἢν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσι 138 χρῆναι τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι,
καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὑτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις ; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.