πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ’ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς
αὐτὸν ἐκφαίνειν, γένοιτ’ ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν d καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.