ἐγχειρῶν, ἆρ’ οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον, καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής., τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτη- c
ῥίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύει, ἀκόλουθα τῇ αὐτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.