τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεως τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν;
οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἶ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσι θυσίαν d προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσι δουλωθῆναι ὑπομένοντες.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.