φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα καθ’ ὃν ἐπεδήμει 85 τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τερα- τείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ 131 αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ’ ἐκ νέων διδασκάλων ὠφελημένον τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα
γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.