προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι,. εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεὺς, ἀπατεών τε καὶ c γόης, πῶς ἂν τοιαύτης διδασκαλίας πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν ; ποῖος δὲ καὶ αἱρήσεται
τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.