τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. αὐτόθεν μὲν οὖν 77 ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας
βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπει- νώσεως τοὐ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεὸν, καὶ πολὺ πρότερον δι’ ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς c κατορθούμενον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.