τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ b ταῦτα ἀνθρώποις, ὅτι δὴ ἐλυπεῖτο καὶ ἠδημόνει καὶ τετάρακτο τὴν ψυχὴν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γὰρ κἂν ἄλλων λεγόντων χρῆν δήπουθεν
ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.