στροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσα- σθαι; ἐξ ἑνὸς γὰρ στόματος οἶ πάντες καὶ λεπρῶν καθάρσεις, καὶ δαιμόνων ἀπελάσεις, νεκρῶν τε ἀνα-
βιώσεις, πηρῶν τε ἀναβλέψεις, καὶ μυρίας ἄλλας νο- σούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, b καὶ ἐπὶ πᾶσιν, τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίω- σιν πρώτοις αὐτοῖς ἑωραμένην.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.