ἀλλ’ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ c τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν
προσέσχε τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ’ οὐδέν. ἆρ’ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί
ἄρα ποθοῦντες, τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ’ ἐπ’ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτο ἂν τοιαύτην τιαωρίαν ;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.