τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ d τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς, τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ’ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ’ ἦσαν αὐτῷ
φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν “μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν,’ καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὑτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα, παρῄνει δ’ αὐτοῖς καὶ τῶν
Ἰουδαίοις ὑπὸ Μώσεως παρηγγελμένων κρείττονα φρονεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.