ἔνσακρον, ἔνσωμον, αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρὶν ἢν τοῖς οἰκείοις μαθηταῖς, οἶς καὶ ἐπὶ βραχὺ ὁμιλήσας,
καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν 109 στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν
πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.