τμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀν- θρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βίαιον ὑπέμ“νε τελευτὴν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρε- δίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν ‘‘πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου,’ οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς
ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. 71
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.