μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν, καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελ- θούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον δια- νοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη 108
ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παρα- χρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.