συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων, τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ
μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ’ ἀρετὴν, τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.