διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ’ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ’ ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ
μυίας τὴν ἐν ἀνθρώποις ψυχὴν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ’ οὐδὲν, ὅσον ἐπὶ λόγῳ φύσεως τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν ;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.