τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα, πρῶτος Μώσης τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν c κατήγγειλεν· ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ
μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ιησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν “κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.