ὅμοιον αὑτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ 90 ἡ κατ’ αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην, οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι, συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων,
χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν, ἀλλὰ καὶ ἐθνῶν, καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ 59 πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ’ οὐδὲν ἀποδέοντα τῆς κατ’ αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων b
ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον
ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”
ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύ- c 1 ριος ὁ θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”
ἰῶν δώδεκα, Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται ; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους d ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον
διὰ τὰς παραβάσεις τοῦ Μώσεως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι.
ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ’ εἴρηται διασκέψασθαι ἀναγκαῖον.
ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας 91 εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου
τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται· ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν
b τῆς καθ’ ὅλην τὴν οἰκουμένην εἰδωλολατρίας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται.
τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα, πρῶτος Μώσης τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν c κατήγγειλεν· ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ
μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ιησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν “κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”
αὐτοῦ μαθήματα συνεστήσατο.
πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.
κρείττονα γῆν ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν 2 ἐπὶ τῆς Ἰουδαίας, ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν, ἀλλὰ τὴν κατ’ οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν 92 τοῖς ὑποσχόμενος τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν
οὐρανῶν κατήγγειλε.
ἡ γραφὴ μαρτυρεῖ λέγουσα “καὶ ἦν ἐκεῖ; Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, b ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν.”
ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις.” καὶ πάλιν Μώσης ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει δ’ οὖν ἡ γραφή “ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ.”
κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς c ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.”. καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητὰς “ τί διαλογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε;
οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε ;”
ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηρὰν, d καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἶ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρὸν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων.”
ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ’ αὐτῆς ἐποίησε. γέγραπται δ’ οὖν ‘‘τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς
θαλάσσης ἐταράχθησαν.”
ἐκαθάρισε. γέγραπται δ’ οὖν “καὶ ἰδοὺ Μαρὶα λεπρῶσα ὡσεὶ χιών.”
ὁ Χριστὸς τοῦ θεοῦ προσελθόντος αὐτῷ λεπροῦ, καὶ φήσαντος “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὑπεκρίνατο· θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.” πάλιν Μώσης δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ’ οὖν “καὶ ἔδωκε τῷ
Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.
καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν “εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια.”
ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ’ αὐτούς· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας.”
ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους 94 ἐξαπέστειλεν ἐπισκέψασθαι πάντα τὰ ἔθνη. πάλιν Μώσης νομοθετεῖ λέγων “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.”
ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.
καὶ κύριον ἡμῶν, παρὸν, ὅτῳ φίλον, ἐπὶ σχολῆς ἀναλέξασθαι
ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μώσεως μηδένα δένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.
ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ 6 πραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ’ ἐφ’ ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, c δι’ ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν εἰπὼν “προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷv
στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς, καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅ σὰ ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”
θεοῦ διερμηνεύων φωνὴν ἔφησεν ‟ προφήτην d ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου 62 τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”
πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα ‟καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ, ὡς Μώσης, ὃν ἔγνω κύριος πρόσωπον κατὰ πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι.”
7 αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ.” λέγει δὲ τοῦ Ἰσραὴλ· ‟καὶ κυριεύσει ἐθνῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.”
χείλεσι, διαθέσει δὲ γνησιωτάτῃ μυρία πλήθη ἐξ ἀπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἷναι φάσκειν τὸν προφητευόμενον; ὅτι δὲ Μώσης ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ’ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνον ἐπισκιάζων
τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἶα καὶ περὶ τούτου θεσπίζει ‟οὐκ ἐκλείψει c ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία
ἐθνῶν.”
παρέσεσθαι τὸν προφητευόμενον.
σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πὰν ἔθνος 8 Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν.
ἀρχὴν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν.
βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος.
ὁ δὲ προσδοκία τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ’ αὐτῷ τίθεσθαι.
‟ ἐξελεύσεται ‟ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως· ” καὶ τὰ λοιπά.
9 Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ’ οὖν καὶ συναναπαύσεται λύκος
μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα
ἐφ’ ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει καὶ έσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.”
ἄρχειν ἐθνῶν ” ἐφάρμοσον τῷ ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·” καὶ τὸ ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι” τῷ ‟καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.”
προσδοκία ἐθνῶν;” πάλιν δ’ ὁ αὐτὸς Ἡσαΐας περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει ‟ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.” καὶ ἐπιφέρει ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι
αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”
ἀναστήσεταί τις, περὶ οὗ ἐξῆς φησιν ὁ θεὸς ‟αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἷ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.”
καὶ αὖθις ‟πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῶ, καὶ ἐνευλογηθήσονται ἐν σὸὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.” καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευμένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος ‟καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ όλιγοστὸς
c εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ. καὶ αἶ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”
σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις.
παρίστησι· δι’ αἰνιγμάτων μὲν, ὅταν λέγῃ ‟κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου d τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.”
τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ γῆ ἡ ἄβατος καὶ διψῶσα τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ᾗ οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ’ ἧς καίπερ ἀβάτου 98 τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ τιθιζόμενον καὶ θηλάζον παιδίον.
μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν ἐπὰν λέγῃ ‟ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ’ ἡμῶν ὁ θεός.” τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ.
ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος.
‟οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν 12 αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. καὶ ἦν τὸ c εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη.”
αὐτοῦ φυλὴν καὶ γένος, καὶ τρόπον γενέσεως, καὶ τῆς παρθένου τὸ θαῦμα, καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἠσαίας θεσπίζει;
μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὕτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν d πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας
ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” καὶ τὰ λοιπά.
ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ’ οὐχ ὑπὲρ ἑαυτοῦ.
μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια ὧν παρ’ ἀνθρώποις πεισεται ὁ ἀναμάρτητος ταῦτα ἦν· Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῶ συσκευασαμένων οὐδὲν ὑπιδόμενος
ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ b τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων ‟ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.”
μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει ‟καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.”
προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε 65 μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν c καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων ‟καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν
τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς.”
καὶ εἰδὼς φέρειν μαλακίαν, νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφὴν, κύριος, φησὶ, βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.” καὶ πῶς ἔσται; ‟ἐὰν δῶτε φησὶ) περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα d μακρόβιον.”
τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομο- 13 λογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ, τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον
ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα.
βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς, πάντως που 100 βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη.
ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦκα.”
b
ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ,’ ἑξῆς ἐπιλέγει κύριος εἶπε πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”
14
ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχὰς, οἷα δὴ τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς
δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σκῦλα.”
καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” διὰ ποῖον δὲ τοῦτο πάλιν ἑξῆς διδάσκει φήσας ‟ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.”
τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐγκείμενα· γέγονε γὰρ ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου· νάτου· διὸ καὶ κληρονομήσειν πολλοὺς, καὶ οὐ πρότερον, ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν
ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς 66 καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα.
καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ b Χριστοῦ ὁ Δαβὶδ “ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.”
τῆς Ἠσαίου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν, ἢ καὶ μᾶλλον τὴν c ἐξ ἐθνῶν ἐκκλησίαν, εὐαγγελίζεται ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων.
αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων “εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν
αὐλαιῶν σου πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.”
σπέρμα σου ἔθνη κληρονομήσει.”
Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει.
εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν, καὶ εὐσέβειαν νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ’ ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ
καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν, ἃ δὴ πάντα παρέστη,
τοῖς δ’ ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων
ἀναφανῇ, τὸ τηνικάδε καὶ αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἶς ἀκολούθως καὶ τὰ τῆς κατ’ αὐτὸν θεολογίας, ὡς οἶόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν 67 τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κακηγορίαις βλασφημοῦντες
αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα οἴκοθεν, μὲν οὐδὲν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.