μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια ὧν παρ’ ἀνθρώποις πεισεται ὁ ἀναμάρτητος ταῦτα ἦν· Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῶ συσκευασαμένων οὐδὲν ὑπιδόμενος
ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ b τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων ‟ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.