καὶ αὖθις ‟πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῶ, καὶ ἐνευλογηθήσονται ἐν σὸὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.” καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευμένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος ‟καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ όλιγοστὸς
c εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ. καὶ αἶ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.